Home Prior Books Index
←Prev   1 Corinthians 16 as rendered by/in  Next→ 

Did you notice?

 You can SEARCH IslamAwakened: 

16:1  Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
16:2  κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
16:3  ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν δοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
16:4  ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
16:5  Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι,
16:6  πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ ἢ ⸀καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
16:7  οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ.
16:8  ⸀ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
16:9  θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
16:10  Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς ⸀κἀγώ·
16:11  μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός ⸀με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
16:12  Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
16:13  Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
16:14  πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
16:15  Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16:16  ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
16:17  χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ⸀ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
16:18  ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
16:19  Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ.
16:20  ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
16:21  Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
16:22  εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃.
16:23  ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθʼ ὑμῶν.
16:24  ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.